Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. αἰθαλέη δ’ ἐπὶ τυτθὸν ἀείρεται αὐχένι κόρση·
  2. ἄλγεα δὲ προτέροισιν ἴσα κνώπεσσι πελάζει.
  3. Χειροδρόποι δ’ ἵνα φῶτες ἄτερ δρεπάνοιο λέγονται
  4. ὄσπρια χέδροπά τ’ ἄλλα μεσοχλόου ἐντὸς ἀρούρης,
  5. ἔνθα δ’ ἐπασσύτερα φλογερῇ εἰλυμένα χροιῇ
  6. εἴκελα κανθαρίδεσσι φαλάγγια τυτθὰ δίενται.
  7. Τοῦ μὲν ὅμως ἔμμοχθον ἀεὶ περὶ δάχμα χέονται
  8. φλύκταιναι· κραδίη δὲ παραπλάζουσα μέμηνε·
  9. γλῶσσα δ’ ἄτακτα λέληκε· παρέστραπται δὲ καὶ ὄσσε.
  10. Φράζεο δ’ Αἰγύπτοιο τά τε τρέφει οὐλοὸς αἶα
  11. κνώδαλα, φαλλαίνῃ ἐναλίγκια, τὴν περὶ λύχνους
  12. ἀκρόνυχος δειπνητὸς ἐπήλασε παιφάσσουσαν·
  13. στεγνὰ δέ οἱ πτερὰ πάντα καὶ ἔγχνοα, τοῖα κονίης
  14. ἢ καὶ ἀπὸ σπληδοῖο φαείνεται ὅστις ἐπαύρῃ.
  15. τῷ ἴκελος Περσεῖος ὑποτρέφεται πετάλοισι·
  16. τοῦ καὶ σμερδαλέον νεύει κάρη αἰὲν ὑποδρὰξ
  17. ἐσκληκὸς, νηδὺς δὲ βαρύνεται· αὐτὰρ ὃ κέντρον
  18. αὐχένι τ’ ἀκροτάτῳ κεφαλῇ τ’ ἐνεμάξατο φωτός·
  19. ῥεῖα δέ κεν θανάτοιο καὶ αὐτίκα μοῖραν ἐφείη.