Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ὃς δὴ θαρσαλέην γενεὴν ἐκμάσσεται ἵππου·
- ἵπποι γὰρ σφηκῶν γένεσις, ταύρων δὲ μέλισσαι
- σκήνεσι πυθομένοισι λυκοσπάδες ἐξεγένοντο.
- Τοῦ δὲ καὶ οὐτήσαντος ἐπὶ κρατερὸν θέει οἶδος,
- νοῦσοί τ’ ἐξέτεραι, μετὰ γούνασι δ’ ἄλλοτε παλμὸς,
- ἄλλοτε δ’ ἀδρανίη· μινύθοντα δὲ τόνδε δαμάζει
- ἐσχάτιον κακοεργὸς ἄγων παυστήριον ὕπνος.
- Εἰ δ’ ἄγε μυρμήκειον, ὃ δὴ μύρμηξιν ἔικται,
- δειρῇ μὲν πυρόειν, ἄζῃ γε μὲν εἴσατο μορφὴν,
- πάντοθε δ’ ἀστερόεντι περιστιγὲς εὐρέι νώτῳ·
- αἰθαλέη δ’ ἐπὶ τυτθὸν ἀείρεται αὐχένι κόρση·
- ἄλγεα δὲ προτέροισιν ἴσα κνώπεσσι πελάζει.
- Χειροδρόποι δ’ ἵνα φῶτες ἄτερ δρεπάνοιο λέγονται
- ὄσπρια χέδροπά τ’ ἄλλα μεσοχλόου ἐντὸς ἀρούρης,
- ἔνθα δ’ ἐπασσύτερα φλογερῇ εἰλυμένα χροιῇ
- εἴκελα κανθαρίδεσσι φαλάγγια τυτθὰ δίενται.
- Τοῦ μὲν ὅμως ἔμμοχθον ἀεὶ περὶ δάχμα χέονται
- φλύκταιναι· κραδίη δὲ παραπλάζουσα μέμηνε·
- γλῶσσα δ’ ἄτακτα λέληκε· παρέστραπται δὲ καὶ ὄσσε.
- Φράζεο δ’ Αἰγύπτοιο τά τε τρέφει οὐλοὸς αἶα