Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ὅντινα γυιώσει· κραδίῃ δέ οἱ ἐν βάρος ἵζει·
  2. νὺξ δὲ περὶ κροτάφοις· ἔμετον δ’ ἐξήρυγε δειρῆς
  3. λοιγὸν, ἀραχνήεντα· νέμει δέ οἱ ἐγγὺς ὄλεθρον.
  4. Ἀγρώστης γε μὲν ἄλλος, ὃ δὴ λύκου εἴσατο μορφῇ
  5. μυιάων ὀλετῆρος· ὀπιπτεύει δὲ μελίσσας,
  6. ψῆνας, μύωπάς τε καὶ ὅσσ’ ἐπὶ δεσμὸν ἵκηται.
  7. Ἄκμητον δ’ ἐπὶ τύμμα φέρει μεταμώνιον ἀνδρί.
  8. Ἄλλο γε μὴν δύσδηρι, τὸ δὴ σφήκειον ἔπουσι,
  9. πυρσὸν ἅλις, σφηκὶ προσαλίγκιον ὠμοβορῆι,
  10. ὃς δὴ θαρσαλέην γενεὴν ἐκμάσσεται ἵππου·
  11. ἵπποι γὰρ σφηκῶν γένεσις, ταύρων δὲ μέλισσαι
  12. σκήνεσι πυθομένοισι λυκοσπάδες ἐξεγένοντο.
  13. Τοῦ δὲ καὶ οὐτήσαντος ἐπὶ κρατερὸν θέει οἶδος,
  14. νοῦσοί τ’ ἐξέτεραι, μετὰ γούνασι δ’ ἄλλοτε παλμὸς,
  15. ἄλλοτε δ’ ἀδρανίη· μινύθοντα δὲ τόνδε δαμάζει
  16. ἐσχάτιον κακοεργὸς ἄγων παυστήριον ὕπνος.
  17. Εἰ δ’ ἄγε μυρμήκειον, ὃ δὴ μύρμηξιν ἔικται,
  18. δειρῇ μὲν πυρόειν, ἄζῃ γε μὲν εἴσατο μορφὴν,
  19. πάντοθε δ’ ἀστερόεντι περιστιγὲς εὐρέι νώτῳ·