Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- μίμνει ὅμως, τὰ δ’ ὕπερθε φάη ὑποφοινίσσονται·
- φρίκη δ’ ἐν ῥέθεϊ σκηρίπτεται· αὐτίκα δὲ χρὼς
- μέζεά τ’ ἀνδρὸς ἔνερθε τιταίνεται, ἐν δέ τε καυλὸς
- φύρματι μυδαλέος προϊάπτεται· ἰσχία δ’ αὔτως
- μάλκη ἐνισκίμπτουσα κατήριπεν ἔχμα τε γούνων.
- Ἀστέριον δέ φιν ἄλλο πιφαύσκεο, τεῦ τ’ ἐπὶ νώτῳ
- λεγνωταὶ στίλβουσι διαυγέες ἐν χροῒ ῥάβδοι·
- βρύξαντος δ’ ἀίδηλον ἐπέδραμεν ἀνέρι φρίκη·
- ἐν δὲ κάρος κεφαλῇ, γούνων δ’ ὑποέκλασε δεσμά.
- Κυάνεον δέ τοι ἄλλο πεδήορον ἀμφὶς ἀίσσει
- λαχνῆεν· δεινὸν δὲ φέρει καὶ ἐπὶ χροῒ νύχμα,
- ὅντινα γυιώσει· κραδίῃ δέ οἱ ἐν βάρος ἵζει·
- νὺξ δὲ περὶ κροτάφοις· ἔμετον δ’ ἐξήρυγε δειρῆς
- λοιγὸν, ἀραχνήεντα· νέμει δέ οἱ ἐγγὺς ὄλεθρον.
- Ἀγρώστης γε μὲν ἄλλος, ὃ δὴ λύκου εἴσατο μορφῇ
- μυιάων ὀλετῆρος· ὀπιπτεύει δὲ μελίσσας,
- ψῆνας, μύωπάς τε καὶ ὅσσ’ ἐπὶ δεσμὸν ἵκηται.
- Ἄκμητον δ’ ἐπὶ τύμμα φέρει μεταμώνιον ἀνδρί.
- Ἄλλο γε μὴν δύσδηρι, τὸ δὴ σφήκειον ἔπουσι,
- πυρσὸν ἅλις, σφηκὶ προσαλίγκιον ὠμοβορῆι,