Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- τετράμορον δραχμῇσι δύω καταβάλλεο βρῖθος.
- Ἔνθεν ἀποτμήγων πιέειν δραχμαῖον ἐν οἴνῃ.
- Καὶ τάδε μέν τ’ ὀφίεσσιν ἀλεξητήρια δήεις.
- Ἔργα δέ τοι σίνταο περιφράζοιο φάλαγγος
- σήματά τ’ ἐν βρυχμοῖσιν· ἐπεί ῥ’ ὃ μὲν αἰθαλόεις ῥὼξ
- κέκληται, πισσῆεν, ἐπασσυτέροις ποσὶν ἕρπον·
- γαστέρι δ’ ἐν μεσάτῃ ὀλοοῖς ἔσκληκεν ὀδοῦσι.
- Τοῦ δὲ καὶ ἐγχρίμψαντος ἀνουτήτῳ ἴκελος χρὼς
- μίμνει ὅμως, τὰ δ’ ὕπερθε φάη ὑποφοινίσσονται·
- φρίκη δ’ ἐν ῥέθεϊ σκηρίπτεται· αὐτίκα δὲ χρὼς
- μέζεά τ’ ἀνδρὸς ἔνερθε τιταίνεται, ἐν δέ τε καυλὸς
- φύρματι μυδαλέος προϊάπτεται· ἰσχία δ’ αὔτως
- μάλκη ἐνισκίμπτουσα κατήριπεν ἔχμα τε γούνων.
- Ἀστέριον δέ φιν ἄλλο πιφαύσκεο, τεῦ τ’ ἐπὶ νώτῳ
- λεγνωταὶ στίλβουσι διαυγέες ἐν χροῒ ῥάβδοι·
- βρύξαντος δ’ ἀίδηλον ἐπέδραμεν ἀνέρι φρίκη·
- ἐν δὲ κάρος κεφαλῇ, γούνων δ’ ὑποέκλασε δεσμά.
- Κυάνεον δέ τοι ἄλλο πεδήορον ἀμφὶς ἀίσσει
- λαχνῆεν· δεινὸν δὲ φέρει καὶ ἐπὶ χροῒ νύχμα,