Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Πεύθεο δ’ εἰναλίης χέλυος κρατέουσαν ἀρωγὴν
- δάχματος εἶαρ ἔμεν δολιχῶν ὅσα φῶτας ἀνιγροὺς
- ἑρπετὰ σίνονται· τὸ δέ τοι μέγ' ἀλέξιον εἴη.
- Ἤτοι ὅταν βροτολοιγοῦ ὑπὲκ πόντοιο χελύνην
- αἰγιαλῶν ἐρύσωσιν ἐπὶ ξερὸν ἀσπαλιῆες,
- τὴν δ’ ἀνακυπώσας κεφαλῆς ἀπὸ θυμὸν ἀράξαι
- μαύλιδι χαλκείῃ, βλοσυρὸν δ’ ἐξ αἷμα χέασθαι
- ἐν κεράμῳ νεοκμῆτι καμινόθεν· ἐκ δὲ πελιδνὸν
- οὐρὸν ἀπηθῆσαι πλαδάον λαεργέι μάκτρῃ·
- ἧς ὕπο δὴ τέρσαιο διατρυφὲς αἷμα κεδάσσας
- δραχμάων πισύρων μίσγων βάρος· ἐν δὲ κυμίνου
- δοιὰς ἀγροτέροιο, καὶ ἐκ ταμίσοιο λαγωοῦ
- τετράμορον δραχμῇσι δύω καταβάλλεο βρῖθος.
- Ἔνθεν ἀποτμήγων πιέειν δραχμαῖον ἐν οἴνῃ.
- Καὶ τάδε μέν τ’ ὀφίεσσιν ἀλεξητήρια δήεις.
- Ἔργα δέ τοι σίνταο περιφράζοιο φάλαγγος
- σήματά τ’ ἐν βρυχμοῖσιν· ἐπεί ῥ’ ὃ μὲν αἰθαλόεις ῥὼξ
- κέκληται, πισσῆεν, ἐπασσυτέροις ποσὶν ἕρπον·
- γαστέρι δ’ ἐν μεσάτῃ ὀλοοῖς ἔσκληκεν ὀδοῦσι.
- Τοῦ δὲ καὶ ἐγχρίμψαντος ἀνουτήτῳ ἴκελος χρὼς