Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- τεκμαίρει γλαυκοῖσιν ἴσον πετάλοισιν ἐλαίης.
- Αὕτως δὲ ῥίζαν κοτυληδόνος, ἥ τ’ ἀνὰ κρυμὸν
- ῥηγνυμένων ὀλοφυδνὰ διήφυσε ποσσὶ χίμετλα.
- Δήποτε δ’ ἢ βλωθροῖο πυρίτιδος ἔγχλοα φύλλα,
- ἢ σκολοπενδρείοιο φέρειν ἀπὸ καυλὸν ἀμήσας.
- Ἄγρει καὶ πάνακες Φλεγυήιον, ὅρρα τε πρῶτος
- Παιήων Μέλανος ποταμοῦ παρὰ χεῖλος ἄμερξεν,
- Ἀμφιτρυωνιάδαο θέρων Ἰφικλέος ἕλκος,
- εὖτε σὺν Ἡρακλῆι κακὴν ἐπυράκτεεν ὕδρην.
- Εἰ δὲ σύ γε σκύλακας γαλέης ἢ μητέρα λαιδρὴν
- ἀγρεύσαις πρόσπαιον, ἀποσκύλαιο δὲ λάχνην
- καρχαλέου καθύπερθε πυρὸς σελάοντος ἀυτμῇ,
- τῆς δ’ ἐξ ἔγκατα πάντα βαλὼν καὶ ἀφόρδια γαστρὸς
- φύρσον ἁλὸς δίοιο, καὶ ἠελίου δίχα τέρσαι,
- μή τοι ἐνισκήλῃ νεαρὸν σκίναρ ὠκὺς ἀίξας.
- Ἀλλ’ ὁπόταν χρειώ σε κατεμπάζῃ μογέοντα,
- σῶχε διὰ κνήστι σκελετὸν ῥάκος οἷά τ’ ἀφαυρὸν
- σίλφιον ἢ στροφάλιγγα περιξήροιο γάλακτος
- οἴνῳ ἐπικνήθων· τὸ δέ τοι προφερέστατον ἄλλων
- ἐσσεῖται· πάσας γὰρ ὁμῶς ἀπὸ κῆρας ἐρύξει.