Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ἄλλην δ’ Ἀλκιβίοιο φερώνυμον ἀγρέο ποίην,
  2. δράχμα χερὸς πλήσας, παύρῳ δ’ ἐν νέκταρι πίνειν.
  3. Τὴν μὲν ὑπὸ σκοπέλοισι Φαλακραίοις ἴδ’ ἐπακτὴρ
  4. Κρύμνης ἀμπεδίον καὶ ἀνὰ Γράσον, ἠδ’ ἵνα θ’ ἵππου
  5. λειμῶνες σκυλάκεσσιν Ἀμυκλαίῃσι κελεύων·
  6. κνυζηθμὸν κυνὸς οὖλον ἐπήισε θυμολέοντος,
  7. ὅς τε μεταλλεύων αἰγὸς ῥόθον ἐν στίβῳ ὕλης
  8. κανθῷ ἐνὶ ῥαντῆρι τυπὴν ἀνεδέξατ’ ἐχίδνης·
  9. καὶ τὴν μὲν κλάγξας ἀφ’ ἑκὰς βάλε, ῥεῖα δὲ ποίης