Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- δοιοὶ δ’ ἀμφὶς ἔασιν· ὁ μὲν ζοφοείδελος ὠπὴν
- ἤικται σκολύμῳ, τροχεὴν δ’ ἀπεχεύατο χαίτην·
- ῥίζα δέ οἱ βριαρή τε καὶ αἴθαλος, ἠδ’ ὑπὸ κνημοῖς
- σκοιοῖς ἐντελέθει φυξήλιος ἢ νεμέεσσι.
- Τὸν δ’ ἕτερον δήεις αἰεὶ πετάλοισιν ἀγαυρόν·
- μέσση δ’ ἐν κεφαλὴ δύεται πεδόεσσα, μολοβρή·
- ῥίζα δ’ ὑπαργήεσσα, μελίζωρος δὲ πάσασθαι.
- Τῶν δὴ κυανέην μὲν ἀναίνεο, τῆς δ’ ἀπὸ φάρσος
- δραχμαῖον ποταμοῖο πιεῖν ὑδάτεσσι ταράξας.