Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. φύλλα κατέβρυξεν, καὶ ἀλεύατο φοινὸν ὄλεθρον.
  2. Ἆσαι δ’ ἔγχλοα φλοιὸν ἐλαιήεντα κρότωνος
  3. συμμίγδην πετάλοισι μελισσοφύτοιο δασείης,
  4. ἠὲ καὶ ἠελίοιο τροπαῖς ἰσώνυμον ἔρνος,
  5. ἥ θ’ Ὑπεριονίδαο παλινστρέπτοιο κελεύθους
  6. τεκμαίρει γλαυκοῖσιν ἴσον πετάλοισιν ἐλαίης.
  7. Αὕτως δὲ ῥίζαν κοτυληδόνος, ἥ τ’ ἀνὰ κρυμὸν
  8. ῥηγνυμένων ὀλοφυδνὰ διήφυσε ποσσὶ χίμετλα.
  9. Δήποτε δ’ ἢ βλωθροῖο πυρίτιδος ἔγχλοα φύλλα,