Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. λάζεο δ’ εὐκνήμοιο κόμην βρίθουσαν ὀρείου
  2. καὶ σπέραδος Νεμεαῖον ἀειφύλλοιο σελίνου·
  3. σὺν δὲ καὶ ἀννήσοιο τὸ διπλόον ἄχθος ἀείραι
  4. ῥίζαις ὁλκήεσσαν ὑπὸ πλάστιγγα πεσοῦσαν·
  5. καὶ τὰ μὲν ὀργάζοιο, καὶ εἰν ἑνὶ τεύχεϊ μίξας
  6. ἄλλοτε μέν τ’ ἐχίων ὀλοὸν σίνος, ἄλλοτε τύμμα
  7. σκορπιόεν, τοτὲ δάχματ’ ἐπαλθήσαιο φάλαγγος,
  8. τριπλόον ἐνθρύπτων ὀδελοῦ βάρος ἔνδοθεν οἴνης.
  9. Φράζεο δ’ αἰγλήεντα χαμαίλεον ἠδὲ καὶ ὀρφνόν·