Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. παῦρον ἐπεὶ, τυτθὸν δὲ καὶ ἐν χθονὶ πυθμένα τείνει.
  2. Ἡ δ’ ἑτέρη πετάλοισι καὶ ἐν καυλοῖσι θάλεια,
  3. ὑψηλή· ὀλίγῳ δὲ πέριξ καλχαίνεται ἄνθει·
  4. βλάστη δ’ ὡς ἔχιος, σφεδανὸν δ’ ἐφύπερθε, κάρηαρ.
  5. Τῶν μὲν ἀπ’ ἀνδρακάδα προταμὼν ἰσήρεα χραισμεῖν
  6. ἢ σφέλαι ἢ ὅλμῳ κεάσας ἢ ῥωγάδι πέτρῃ.
  7. Καί τε σύ γ’ ἠρύγγοιο καὶ ἀνθήεντος ἀκάνθου
  8. ῥίζεα λειήναιο, φέροις δ’ ἰσορρεπὲς ἄχθος
  9. ἀμφοῖιν κλώθοντος ἐν ἀρπέζῃσιν ἐρίνου·