Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Ἀλλ’ ἤτοι γερύνων καναχοὶ περίαλλα τοκῆες
- βάτραχοι ἐν χύτρῃσι καθεψηθέντες ἄριστοι
- βάμματι· πολλάκι δ’ ἧπαρ ἐνὶ σχεδίῃ ποθὲν οἴνῃ,
- ἢ αὐτοῦ σίνταο κάρη κακὸν ἄλλοτε νύμφαις
- ἐμπισθὲν, τοτὲ δ’ οἴνου ἐνὶ σταγόνεσσιν ἀρήξει.
- Μὴ σύ γ’ ἑλιχρύσοιο λιπεῖν πολυδευκέος ἄνθην,
- κόρκορον ἢ μύωπα, πανάκτειόν τε κονίλην,
- ἥν τε καὶ Ἡράκλειον ὀρίγανον ἀμφὶς ἔπουσι·
- σὺν καὶ ὄνου πετάλειον ὀριγάνου, αὖά τε θύμβρης
- στρομβεῖα ψώχοιο, κακῆς ἐμφόρβια νούσου.
- Ἄγρει μὰν ὀλίγαις μηκωνίσι ῥάμνον ἐίσην
- ἐρσομένην, ἀργῆτι δ’ ἀεὶ περιδέδρομεν ἄνθῃ·
- τὴν ἤτοι φιλεταιρίδ’ ἐπίκλησιν καλέουσιν
- ἀνέρες, οἱ Τμώλοιο παραὶ Γύγαό τε σῆμα
- Παρθένιον ναίουσι λέπας, τόθι Κίλβιν ἀεργοὶ
- ἵπποι χιλεύουσι καὶ ἀντολαί εἰσι Καύστρου.
- Νῦν δ’ ἄγε τοι ῥίζας ἐρέω ἐχίεσσιν ἀρωγούς.
- Ἔνθα δύω ἐχίεια πιφαύσκεο· τῆς δὲ τὸ μέν που
- ἀγχούσῃ προσέοικεν ἀκανθῆεν πετάλειον·
- παῦρον ἐπεὶ, τυτθὸν δὲ καὶ ἐν χθονὶ πυθμένα τείνει.