Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. δραχμάων δὲ δύω σμύρνης ἐχεπευκέος ἄχθη,
  2. ἐν δὲ θερειγενέος καρπὸν κεράσαιο κυμίνου
  3. στήσας ἠὲ χύδην τε καὶ ἄστατον ἀμφικυκήσας·
  4. πῖνε δὲ μιξάμενος κυάθῳ τρὶς ἀφύξιμον οἴνην.
  5. Νάρδου δ’ εὐστάχυος δραχμήιον ἄχθος ἑλέσθαι,
  6. σὺν δὲ καὶ ὀκταπόδην ποταμοῦ ἀποσυληθέντα
  7. καρκίνον ἐνθρύψαιο νεοβδάλτοιο γάλακτος,
  8. ἶριν θ’, ἥν ἔθρεψε Δρίλων καὶ Νάρονος ὄχθαι,
  9. Σιδονίου Κάδμοιο θεμείλιον Ἁρμονίης τε·
  10. ἔνθα δύω δασπλῆτε νομὸν στείβουσι δράκοντες.
  11. Λάζεο δ’ ἀνθεμόεσσαν ἄφαρ τανύφυλλον ἐρείκην,
  12. ἥν τε μελισσαῖος περιβόσκεται οὐλαμὸς ἕρπων·
  13. καὶ μυρίκης λάζοιο νέον πανακαρπέα θάμνον,
  14. μάντιν ἐν αἰζηοῖσι γεράσμιον· ᾗ ἐν Ἀπόλλων
  15. μαντοσύνας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν·
  16. μὶξ δὲ κονυζῆεν φυτὸν ἔγχλοον, ἠδὲ καὶ ἀκτῆς
  17. καυλοὺς ἠνεμόεντας, ἰδὲ πτίλα πολλὰ καὶ ἄνθη
  18. σαμψούχου, κύτισόν τε καὶ εὐγλαγέας τιθυμάλλους·
  19. πάντα δὲ λίγδῳ θρύπτε, καὶ ἐν σκαφίδεσσι δοχαίαις
  20. φαρμάσσων μέθυ κεῖνο χοὸς δεκάτῃ ἐνὶ μοίρῃ.