Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ἡ δ’ ἑτέρη πετάλοισι καὶ ἐν καυλοῖσι θάλεια,
  2. ὑψηλή· ὀλίγῳ δὲ πέριξ καλχαίνεται ἄνθει·
  3. βλάστη δ’ ὡς ἔχιος, σφεδανὸν δ’ ἐφύπερθε, κάρηαρ.
  4. Τῶν μὲν ἀπ’ ἀνδρακάδα προταμὼν ἰσήρεα χραισμεῖν
  5. ἢ σφέλαι ἢ ὅλμῳ κεάσας ἢ ῥωγάδι πέτρῃ.
  6. Καί τε σύ γ’ ἠρύγγοιο καὶ ἀνθήεντος ἀκάνθου
  7. ῥίζεα λειήναιο, φέροις δ’ ἰσορρεπὲς ἄχθος
  8. ἀμφοῖιν κλώθοντος ἐν ἀρπέζῃσιν ἐρίνου·
  9. λάζεο δ’ εὐκνήμοιο κόμην βρίθουσαν ὀρείου
  10. καὶ σπέραδος Νεμεαῖον ἀειφύλλοιο σελίνου·
  11. σὺν δὲ καὶ ἀννήσοιο τὸ διπλόον ἄχθος ἀείραι
  12. ῥίζαις ὁλκήεσσαν ὑπὸ πλάστιγγα πεσοῦσαν·
  13. καὶ τὰ μὲν ὀργάζοιο, καὶ εἰν ἑνὶ τεύχεϊ μίξας
  14. ἄλλοτε μέν τ’ ἐχίων ὀλοὸν σίνος, ἄλλοτε τύμμα
  15. σκορπιόεν, τοτὲ δάχματ’ ἐπαλθήσαιο φάλαγγος,
  16. τριπλόον ἐνθρύπτων ὀδελοῦ βάρος ἔνδοθεν οἴνης.
  17. Φράζεο δ’ αἰγλήεντα χαμαίλεον ἠδὲ καὶ ὀρφνόν·
  18. δοιοὶ δ’ ἀμφὶς ἔασιν· ὁ μὲν ζοφοείδελος ὠπὴν
  19. ἤικται σκολύμῳ, τροχεὴν δ’ ἀπεχεύατο χαίτην·
  20. ῥίζα δέ οἱ βριαρή τε καὶ αἴθαλος, ἠδ’ ὑπὸ κνημοῖς