Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. πῖνε δὲ μιξάμενος κυάθῳ τρὶς ἀφύξιμον οἴνην.
  2. Νάρδου δ’ εὐστάχυος δραχμήιον ἄχθος ἑλέσθαι,
  3. σὺν δὲ καὶ ὀκταπόδην ποταμοῦ ἀποσυληθέντα
  4. καρκίνον ἐνθρύψαιο νεοβδάλτοιο γάλακτος,
  5. ἶριν θ’, ἥν ἔθρεψε Δρίλων καὶ Νάρονος ὄχθαι,
  6. Σιδονίου Κάδμοιο θεμείλιον Ἁρμονίης τε·
  7. ἔνθα δύω δασπλῆτε νομὸν στείβουσι δράκοντες.
  8. Λάζεο δ’ ἀνθεμόεσσαν ἄφαρ τανύφυλλον ἐρείκην,
  9. ἥν τε μελισσαῖος περιβόσκεται οὐλαμὸς ἕρπων·