Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- καὶ μυρίκης λάζοιο νέον πανακαρπέα θάμνον,
- μάντιν ἐν αἰζηοῖσι γεράσμιον· ᾗ ἐν Ἀπόλλων
- μαντοσύνας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν·
- μὶξ δὲ κονυζῆεν φυτὸν ἔγχλοον, ἠδὲ καὶ ἀκτῆς
- καυλοὺς ἠνεμόεντας, ἰδὲ πτίλα πολλὰ καὶ ἄνθη
- σαμψούχου, κύτισόν τε καὶ εὐγλαγέας τιθυμάλλους·
- πάντα δὲ λίγδῳ θρύπτε, καὶ ἐν σκαφίδεσσι δοχαίαις
- φαρμάσσων μέθυ κεῖνο χοὸς δεκάτῃ ἐνὶ μοίρῃ.
- Ἀλλ’ ἤτοι γερύνων καναχοὶ περίαλλα τοκῆες