Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ἄγρει δ’ ἑξάμορον κοτύλης εὐώδεα πίσσαν,
  2. καὶ χλοεροῦ νάρθηκος ἀπὸ μέσον ἦτρον ὀλόψας,
  3. ἠὲ καὶ ἱππείου μαράθου πολυαυξέα ῥίζαν
  4. κεδρίσιν ἐντρίψας, ἐλεοθρέπτου τε σελίνου
  5. σπέρματα· μεστωθὲν δὲ χάδοι βάθος ὀξυβάφοιο.
  6. Ἔνθα καὶ ἱππείου προταμὼν σπερμεῖα σελίνου,
  7. δραχμάων δὲ δύω σμύρνης ἐχεπευκέος ἄχθη,
  8. ἐν δὲ θερειγενέος καρπὸν κεράσαιο κυμίνου
  9. στήσας ἠὲ χύδην τε καὶ ἄστατον ἀμφικυκήσας·