Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- δραχμάων ὅσσον τε δύω καταβάλλεο μοίρας
- τέτρασιν ἐν κυάθοις μέθυος πολιοῦ ἐπιμίξας.
- Μηδέ σέ γε χραίσμη πολίου λάθοι ἠὲ κέδροιο,
- ἄρκευθος, σφαῖραί τε θερειλεχέος πλατάνοιο,
- σπέρματα βουπλεύρου τε καὶ Ἰδαίης κυπαρίσσου,
- * * * * * * * * * * * * * *
- ἠὲ καὶ ἐξ ἐλάφοιο ταμὼν πηρῖνα θοραίην·
- πάντα γὰρ ἀλθήσει καὶ ἀθέσφατον ἐκ μόγον ὤσει.
- Τὴν δὲ μετ’ ἐξετέρην θανάτου φύξιν τε καὶ ἀλκὴν
- φράζεο κουλυβάτειαν ἑλών· τροχαλῷ δ’ ἐνὶ λίγδῳ
- σώχειν, ἐν δέ τέ οἱ κοτύλην πτισάνοιο χέασθαι,
- ἐν δὲ δύω κυάθεια παλαισταγέος οἴνοιο.
- ἐν δὲ καὶ ἀργέσταο λίπευς ἰσόμοιρον ἐλαίου·
- φύρσας δὲ πληγῇσι χολοιβόρον ἰὸν ἐρύξεις.
- Ἄγρει δ’ ἑξάμορον κοτύλης εὐώδεα πίσσαν,
- καὶ χλοεροῦ νάρθηκος ἀπὸ μέσον ἦτρον ὀλόψας,
- ἠὲ καὶ ἱππείου μαράθου πολυαυξέα ῥίζαν
- κεδρίσιν ἐντρίψας, ἐλεοθρέπτου τε σελίνου
- σπέρματα· μεστωθὲν δὲ χάδοι βάθος ὀξυβάφοιο.
- Ἔνθα καὶ ἱππείου προταμὼν σπερμεῖα σελίνου,