Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἐκφύεται, νεύει δὲ χολῆς σχεδὸν ἠδὲ πυλάων·
- καὶ τὰ μὲν ἂρ σύμμικτα πιεῖν ἢ ἀπ’ ἄνδιχα κόψας
- ὄξεος ἢ οἴνης· πλεῖον δ’ ἄκος ἕψεται οἴνῃ.
- Ἐν δὲ φόβην ἐρύσασθαι ἀειθαλέος κυπαρίσσου
- ἐς ποτὸν, ἢ πάνακες, ἢ κάστορος οὐλοὸν ὄρχιν
- ἢ ἵππου, τὸν Νεῖλος ὑπὲρ Σάιν αἰθαλόεσσαν
- βόσκει, ἀρούρῃσιν δὲ κακὴν ἐπιβάλλεται ἅρπην·
- ὅς τε καὶ ἐκ ποταμοῖο λιπὼν ζάλον ἰλυόεντα,
- χιλοὶ ὅτε χλοάουσι, νέον δ’ ἀπεχεύατο ποίη,
- τόσσον ἐπιστείβων λείπει βυθόν, ὁσσάτιόν περ
- ἐκνέμεται γενύεσσι παλίσσυτον ὄγμον ἐλαύνων.
- Τοῦ μὲν ἀποπροταμὼν δραχμῆς βάρος ἰσοφαρίζειν,
- ὕδατι δ’ ἐμπίσαιο, κύτει ἐναολλέα κόψας.
- Μηδὲ σύ γ’ ἀβροτόνου ἐπιλήθεο, μηδέ τι δάφνης
- καρπὸν ἀραιοτέρης· μάλα δ’ ἂν καὶ ἀμάρακος εἴη
- χραισμήεις πρασιῇ τε καὶ ἀνδήροισι χλοάζων·
- ἐν δὲ τίθει τάμισον σκίνακος νεαροῖο λαγωοῦ
- ἢ προκὸς ἠὲ νεβροῖο πάροιθ’ ἀπὸ λύματα κόψας,
- ἢ ἐλάφου νηδὺν, τὸ μὲν ἂρ καλέουσιν ἐχῖνον,
- ἄλλοι δ’ ἐγκατόεντα κεκρύφαλον· ὧν ἀπερύσσας