Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ἑσθλὴν δ’ Ἀλκιβίου ἔχιος περιφράζεο ῥίζαν,
  2. τῆς καὶ ἀκανθοβόλος μὲν ἀεὶ περιτέτροφε χαίτη,
  3. λείρια δ’ ὡς ἴα τοῖα περιτρέφει· ἡ δὲ βαθεῖα
  4. καὶ ῥαδινὴ ὑπένερθεν ἀέξεται οὔδεϊ ῥίζα.
  5. Τὸν μὲν ἔχις βουβῶνος ὑπὲρ νεάτοιο χαράξας
  6. ἄντλῳ ἐνυπνώοντα χυτῆς παρὰ τέλσον ἅλωος
  7. εἶθαρ ἀνέπνευσεν καμάτου βίῃ · αὐτὰρ ὃ γαίης
  8. ῥίζαν ἐρυσσάμενος τὸ μὲν ἕρκεϊ θρύψεν ὀδόντων
  9. θηλάζων, τὸ δὲ πέσκος ἑῷ περὶ κάββαλεν ἕλκει.
  10. Ἦ μὴν καὶ πρασίοιο χλοανθέος ἔρνος ὀλόψας
  11. χραισμήσεις ὀφίεσσι πιὼν ἀργῆτι μετ’ οἴνῳ,
  12. ἥ τε καὶ ἀστόργοιο κατείρυσεν οὔθατα μόσχου
  13. πρωτογόνου, στέργει δὲ περισφαραγεῦσα γάλακτι·
  14. τὴν ἤτοι μελίφυλλον ἐπικλείουσι βοτῆρες,
  15. οἱ δὲ μελίκταιναν· τῆς γὰρ περὶ φύλλα μέλισσαι
  16. ὀδμῇ θελγόμεναι μέλιτος ῥοιζηδὸν ἴενται.
  17. Ἠὲ σύ γ’ ἐγκεφάλοιο περὶ σμήνιγγας ἀραιὰς
  18. ὄρνιθος λέψαιο κατοικάδος· ἄλλοτ’ ὀμόρξαις
  19. ψηχρὰ πολύκνημον καὶ ὀρίγανον, ἢ ἀπὸ κάπρου
  20. ἥπατος ἀκρότατον κέρσαι λοβὸν, ὅς τε τραπέζης