Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἠέ που ἐν τρήχοντι πάγῳ ἢ ἀποσφάγι βήσσῃ,
  2. τὴν ἤτοι μινυανθὲς, ὁ δὲ τριπέτηλον ἐνίσποι,
  3. χαίτην μὲν λωτῷ, ῥυτῇ γε μὲν εἴκελον ὀδμήν.
  4. Ἤτοι ὅτ’ ἄνθεα πάντα καὶ ἐκ πτίλα ποικίλα χεύῃ,
  5. οἷόν τ’ ἀσφάλτου ἀπερεύγεται· ἔνθα κολούσας
  6. σπέρμαθ’ ὅσον κύμβοιο τραπεζήεντος ἑλέσθαι
  7. καρδόπῳ ἐντρίψας, πιέειν δ’ ὀφίεσσιν ἀρωγήν.
  8. Νῦν δ’ ἄγε τοι ἐπίμικτα νόσων ἀλκτήρια λέξω.
  9. Θρινακίην μὲν ῥίζαν ἕλευ γυιαλθέα θάψου
  10. σμώξας, ἐν δὲ σπέρμα χυτὸν λευκανθέος ἄγνου,
  11. νῆριν, πηγάνιόν τε περιβρυὲς, ἐν δέ τε θύμβρης
  12. δρεψάμενος βλαστὸν χαμαιευνάδος, ἥ τε καθ’ ὕλην
  13. οἵας θ’ ἑρπύλλοιο περὶ ῥάδικας ἀέξει.
  14. Ἄγρει δ’ ἀσφοδέλοιο διανθέος ἄλλοτε ῥίζαν,
  15. ἄλλοτε καὶ καυλεῖον ὑπέρτερον ἀνθερίκοιο.
  16. πολλάκι δ’ ἐν καὶ σπέρμα, τό τε λοβὺς ἀμφὶς ἀέξει·
  17. ἠὲ καὶ ἑλξίνην, τήν τε κλύβατιν καλέουσιν,
  18. ὕδασι τερπομένην καὶ ἀεὶ θάλλουσαν ἰάμνοις·
  19. πῖνε δ’ ἐνιτρίψας κοτυλήρυτον ὄξος ἀφύσσων
  20. ἢ οἴνης· ῥέα δ’ αὖτε καὶ ὕδατι κῆρας ἀλύξεις.