Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. δρεψάμενος βλαστὸν χαμαιευνάδος, ἥ τε καθ’ ὕλην
  2. οἵας θ’ ἑρπύλλοιο περὶ ῥάδικας ἀέξει.
  3. Ἄγρει δ’ ἀσφοδέλοιο διανθέος ἄλλοτε ῥίζαν,
  4. ἄλλοτε καὶ καυλεῖον ὑπέρτερον ἀνθερίκοιο.
  5. πολλάκι δ’ ἐν καὶ σπέρμα, τό τε λοβὺς ἀμφὶς ἀέξει·
  6. ἠὲ καὶ ἑλξίνην, τήν τε κλύβατιν καλέουσιν,
  7. ὕδασι τερπομένην καὶ ἀεὶ θάλλουσαν ἰάμνοις·
  8. πῖνε δ’ ἐνιτρίψας κοτυλήρυτον ὄξος ἀφύσσων
  9. ἢ οἴνης· ῥέα δ’ αὖτε καὶ ὕδατι κῆρας ἀλύξεις.