Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. χαίτην μὲν λωτῷ, ῥυτῇ γε μὲν εἴκελον ὀδμήν.
  2. Ἤτοι ὅτ’ ἄνθεα πάντα καὶ ἐκ πτίλα ποικίλα χεύῃ,
  3. οἷόν τ’ ἀσφάλτου ἀπερεύγεται· ἔνθα κολούσας
  4. σπέρμαθ’ ὅσον κύμβοιο τραπεζήεντος ἑλέσθαι
  5. καρδόπῳ ἐντρίψας, πιέειν δ’ ὀφίεσσιν ἀρωγήν.
  6. Νῦν δ’ ἄγε τοι ἐπίμικτα νόσων ἀλκτήρια λέξω.
  7. Θρινακίην μὲν ῥίζαν ἕλευ γυιαλθέα θάψου
  8. σμώξας, ἐν δὲ σπέρμα χυτὸν λευκανθέος ἄγνου,
  9. νῆριν, πηγάνιόν τε περιβρυὲς, ἐν δέ τε θύμβρης