Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ἑσθλὴν δ’ Ἀλκιβίου ἔχιος περιφράζεο ῥίζαν,
  2. τῆς καὶ ἀκανθοβόλος μὲν ἀεὶ περιτέτροφε χαίτη,
  3. λείρια δ’ ὡς ἴα τοῖα περιτρέφει· ἡ δὲ βαθεῖα
  4. καὶ ῥαδινὴ ὑπένερθεν ἀέξεται οὔδεϊ ῥίζα.
  5. Τὸν μὲν ἔχις βουβῶνος ὑπὲρ νεάτοιο χαράξας
  6. ἄντλῳ ἐνυπνώοντα χυτῆς παρὰ τέλσον ἅλωος
  7. εἶθαρ ἀνέπνευσεν καμάτου βίῃ · αὐτὰρ ὃ γαίης
  8. ῥίζαν ἐρυσσάμενος τὸ μὲν ἕρκεϊ θρύψεν ὀδόντων
  9. θηλάζων, τὸ δὲ πέσκος ἑῷ περὶ κάββαλεν ἕλκει.