Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ῥίζα δὲ θηλυτέρης μὲν ἐπιστρογγύλλεται ὄγκῳ,
  2. ἄρσενι δ’ αὖ δολιχή τε καὶ ἄμ πυγόνος βάθος ἴσχει,
  3. πύξου δὲ χροιῇ προσαλίγκιος Ὠρικίοιο.
  4. Τὴν ἤτοι ἔχιός τε καὶ αἰνοπλῆγος ἐχίδνης
  5. ἀγρεύσεις ὄφελος περιώσιον· ἔνθεν ἀπορρὼξ
  6. δραχμαίη μίσγοιτο ποτῷ ἔνι κιρράδος οἴνης.
  7. Ναὶ μὴν καὶ τρίσφυλλον ὀπάζεο κνωψὶν ἀρωγὴν,
  8. ἠέ που ἐν τρήχοντι πάγῳ ἢ ἀποσφάγι βήσσῃ,
  9. τὴν ἤτοι μινυανθὲς, ὁ δὲ τριπέτηλον ἐνίσποι,