Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Κενταύρου Κρονίδαο φερώνυμον, ἥν ποτε Χείρων
  2. Πηλίου ἐν νιφόεντι κιχὼν ἐφράσσατο δειρῇ·
  3. τῆς μὲν ἀμαρακόεσσα χυτὴ περιδέδρομε χαίτη,
  4. ἄνθεα δὲ χρύσεια φαείνεται· ἡ δ’ ὑπὲρ αἴης
  5. ῥίζα καὶ οὐ βυθόωσα Πελεθρόνιον νάπος ἴσχει.
  6. Ἣν σὺ καὶ αὐαλέην, ὁτὲ δ’ ἔγχλοον ὅλμῳ ἀράξας
  7. φυρσάμενος κοτύλῃ πιέειν μενοεικέος οἴνης·
  8. παντὶ γὰρ ἄρκιός ἐστι· τό μιν πανάκειον ἔπουσιν.
  9. Ἤτοι ἀριστολόχεια παλίσκιος ἐνδατέοιτο,
  10. φύλλ’ ἅτε κισσήεντα περικλυμένοιο φέρουσα·
  11. ἄνθεα δ’ ὑσγίνῳ ἐνερεύθεται· ἡ δέ οἱ ὀδμὴ
  12. σκίδναται ἐμβαρύθουσα· μέσον δ’ ὡς ἀχράδα καρπὸν
  13. μυρτάδος ἐξ ὄχνης ἐπιόψεαι ἢ σύ γε βάκχης·
  14. ῥίζα δὲ θηλυτέρης μὲν ἐπιστρογγύλλεται ὄγκῳ,
  15. ἄρσενι δ’ αὖ δολιχή τε καὶ ἄμ πυγόνος βάθος ἴσχει,
  16. πύξου δὲ χροιῇ προσαλίγκιος Ὠρικίοιο.
  17. Τὴν ἤτοι ἔχιός τε καὶ αἰνοπλῆγος ἐχίδνης
  18. ἀγρεύσεις ὄφελος περιώσιον· ἔνθεν ἀπορρὼξ
  19. δραχμαίη μίσγοιτο ποτῷ ἔνι κιρράδος οἴνης.
  20. Ναὶ μὴν καὶ τρίσφυλλον ὀπάζεο κνωψὶν ἀρωγὴν,