Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ῥίζα καὶ οὐ βυθόωσα Πελεθρόνιον νάπος ἴσχει.
- Ἣν σὺ καὶ αὐαλέην, ὁτὲ δ’ ἔγχλοον ὅλμῳ ἀράξας
- φυρσάμενος κοτύλῃ πιέειν μενοεικέος οἴνης·
- παντὶ γὰρ ἄρκιός ἐστι· τό μιν πανάκειον ἔπουσιν.
- Ἤτοι ἀριστολόχεια παλίσκιος ἐνδατέοιτο,
- φύλλ’ ἅτε κισσήεντα περικλυμένοιο φέρουσα·
- ἄνθεα δ’ ὑσγίνῳ ἐνερεύθεται· ἡ δέ οἱ ὀδμὴ
- σκίδναται ἐμβαρύθουσα· μέσον δ’ ὡς ἀχράδα καρπὸν
- μυρτάδος ἐξ ὄχνης ἐπιόψεαι ἢ σύ γε βάκχης·