Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἰθεῖαν δ’ ὢκιστος ἐπιδρομάδην στίβον ἕρπει.
- Τοῖος Θρηικίῃσιν ὄφις νήσοισι πολάζει.
- Ἔνθα καὶ οὐτιδανοῦ περ ἀπεχθέα βρύγματ’ ἔασιν
- ἀσκαλάβου· τὸν μέν τ’ ἐρέει φάτις, οὕνεκ’ Ἀχαιὴ
- Δημήτηρ ἔβλαψεν, ὅθ’ ἅψεα σίνατο παιδὸς
- Καλλίχορον παρὰ φρεῖαρ, ὅτ’ ἐν Κελεοῖο θεράπναις
- ἀρχαίη Μετάνειρα θεὴν δείδεκτο περίφρων.
- Ἄλλα γε μὴν ἄβλαπτα κινώπετα βόσκεται ὕλην,
- δρυμούς καί λασιῶνας ἀμορβαίους τε χαράδρας,
- οὓς ἔλοπας λίβυάς τε πολυστεφέας τε μυάγρους
- φράζονται, σὺν δ’ ὅσσοι ἀκοντίαι ἠδὲ μόλουροι,
- ἢ ἔτι που τυφλῶπες ἀπήμαντοι φορέονται.
- Τῶν μὲν ἐγὼ θρόνα πάντα καὶ ἀλθεστήρια νούσων,
- φύλλα τε ῥιζοτόμον τε διείσομαι ἀνδράσιν ὤρην,
- πάντα διαμπερέως καὶ ἀπηλεγὲς, οἷσιν ἀρήγων
- ἀλθήσῃ νούσοιο κατασπέρχουσαν ἀνίην.
- Τὰς μὲν ἔτι βλύοντι φόνῳ περιαλγέι ποίας
- δρέψασθαι νεοκμῆτας (ὃ γὰρ προφερέστατον ἄλλων),
- χώρῳ ἵνα κνῶπες θαλερὴν βόσκονται ἀν’ ὕλην.
- Πρώτην μὲν Χείρωνος ἐπαλθέα ῥίζαν ἑλέσθαι,