Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ἕβρος ἵνα, Ζωναῖά τ’ ὄρη χιόνεσσι φάληρα
  2. καὶ δρύες Οἰαγρίδαο, τόθι Ζηρύνθιον ἄντρον,
  3. δήεις κεγχρίνεω δολιχὸν τέρας, ὅν τε λέοντα
  4. αἰόλον αὐδάξαντο, περίστικτον φολίδεσσι·
  5. τοῦ πάχετος μῆκός τε πολύστροφον· αἶψα δὲ σαρκὶ
  6. πυθεδόνας κατέχευε δυσαλθέας· αἳ δ’ ἐπὶ γυίοις
  7. ἰοβόροι βόσκονται· ἀεὶ δ’ ὑπὸ νηδύσιν ὕδρωψ
  8. ἄλγεσιν ἐμβαρύθουσα κατὰ μέσον ὀμφαλὸν ἵζει.
  9. Ἤτοι ὅτ’ ἠελίοιο θερειτάτη ἵσταται ἀκτὶς,
  10. οὔρεα μαιμώσσων ἐπινίσσεται ὀκριόεντα,
  11. αἵματος ἰσχανόων, καὶ ἐπὶ κτίλα μῆλα δοκεύων,
  12. ἢ Σάου ἠὲ Μοσύχλου ὅτ’ ἀμφ’ ἐλάτῃσι μακεδναῖς
  13. ἄγραυλοι ψύχωσι, λελοιπότες ἔργα νομήων·
  14. μὴ σύ γε θαρσαλέος περ ἐὼν θέλε βήμεναι ἄντην
  15. μαινομένου, μὴ δή σε καταπλέξῃ καὶ ἀνάγχῃ
  16. πάντοθι μαστίζων οὐρῇ δέμας, ἐν δὲ καὶ αἷμα
  17. λαιφάξῃ, κληῖδας ἀναρρήξας ἑκάτερθεν.
  18. Φεῦγε δ’ ἀεὶ σκολιήν τε καὶ οὐ μίαν ἀτραπὸν ἴλλων.
  19. δοχμὸς ἀνακρούων θηρὸς πάτον· ἦ γὰρ ὃ δεσμοὺς
  20. βλάπτεται ἐν καμπῇσι πολυστρέπτοισιν ἀκάνθης,