Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Τὴν δ’ ἀπὸ Θρηικίου νομέες ποταμοῖο φέρονται,
- ὃν Πόντον καλέουσι· τόθι Θρήικες ἀμολγοί,
- κριοφάγοι μήλοισιν ἀεργηλοῖσιν ἕπονται.
- Ναὶ μὴν καὶ βαρύοδμος ἐπὶ φλογὶ ζωγρηθεῖσα
- χαλβάνη, ἄκνηστίς τε, καὶ ἡ πριόνεσσι τομαίη
- κέδρος, πουλυόδουσι καταψηχθεῖσα γενείοις,
- ἐν φλογιῇ καπνηλὸν ἄγει καὶ φύξιον ὀδμήν.
- Τοῖς δὴ χηραμὰ κοῖλα καὶ ὑληώρεας εὐνὰς
- κεινώσεις, δαπέδῳ δὲ πεσὼν ὕπνοιο κορέσσῃ.
- Εἰ δὲ τὰ μὲν καμάτου ἐπιδεύεται, ἄγχι δέ τοι νὺξ
- αὖλιν ἄγει, κοίτου δὲ λιλαίεαι ἔργον ἀνύσσας,
- τῆμος δὴ ποταμοῖο πολυρραγέος κατὰ δίνας
- ὑδρηλὴν καλάμινθον ὀπάζεο χαιτήεσσαν·
- πολλὴ γὰρ λιβάσιν παραέξεται, ἀμφί τε χείλη
- ἔρσεται, ἀγλαύροισιν ἀγαλλομένη ποταμοῖσιν.
- Ἢ σύ γ’ ὑποστορέσαιο λύγον πολυανθέα κόψας,
- 64ἢ πόλιον βαρύοδμον, ὃ δὴ ῥίγιστον ὄδωδεν·
- ὣς δ’ αὔτως ἐχίειον, ὀριγανόεσσά τε χαίτη,
- ναὶ μὴν ἁβροτόνοιο, τό τ’ ἄγριον οὔρεσι θάλλει