Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- καί τε παρὲξ λιστρωτὸν ἅλω δρόμον, ἠδ’ ἵνα ποίη
- πρῶτα κυϊσκομένη σκιάει χλοάοντας ἰάμνους,
- τῆμος ὅτ’ ἀζαλέων φολίδων ἀπεδύσατο γῆρας
- μῶλυς ἐπιστείβων, ὅτε φωλεὸν εἴαρι φεύγων
- ὄμμασιν ἀμβλώσσει, μαράθου δέ ἑ νήχυτος ὅρπηξ
- βοσκηθεὶς ὠκύν τε καὶ αὐγήεντα τίθησι.
- Θιβρὴν δ’ ἐξελάσεις ὀφίων ἐπιλωβέα κῆρα,
- καπνείων ἐλάφοιο πολυγλώχινα κεραίην,
- ἄλλοτε δ’ ἀζαλέην δαίων ἐγγαγίδα πέτρην,
- ἣν οὐδὲ κρατεροῖο πυρὸς περικαίνυται ὁρμή·
- ἐν δὲ πολυσχιδέος βλήτρου πυρὶ βάλλεο χαίτην·
- ἢ σύ γε καχρυόεσσαν ἑλὼν πυριθαλπέα ῥίζαν
- καρδάμῳ ἀμμίγδην ἰσοελκέι· μίσγε δ’ ἔνοδμον
- ζορκὸς ἐνὶ πλάστιγγι νέον κέρας ἀσκελὲς ἱστὰς,
- καί τε μελανθείου βαρυαέος, ἄλλοτε θείου,
- ἄλλοτε δ’ ἀσφάλτοιο φέρων ἰσοαχθέα μοῖραν·
- ἠὲ σύ γε Θρήισσαν ἐνιφλέξαις πυρὶ λᾶαν,
- ἥ θ’ ὕδατι βρεχθεῖσα σελάσσεται, ἔσβεσε δ’ αὐγὴν,
- τυτθὸν ὅτ’ ὀδμήσαιτο ἐπιχρανθέντος ἐλαίου.