Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἀργεννὴν ὑπὸ πέζαν, ἢ ἑρπύλλοιο νομαίου,
  2. ὅς τε φιλόζωος νοτερὴν ἐπιβόσκεται αἶαν
  3. ῥιζοβόλος, λασίοισιν ἀεὶ φύλλοισι κατήρης.
  4. Φράζεσθαι δ’ ἐπέοικε χαμαιζήλοιο κονύζης
  5. ἄγνου τε βρύα λευκὰ, καὶ ἐμπρίοντ’ ὀνόγυρον·
  6. αὕτως δὲ τρήχοντα ταμὼν ἄπο κλήματα σίδης,
  7. ἠὲ καὶ ἀσφοδέλοιο νέον πολυαυξέα μόσχον,
  8. τρύχνον τε, σκύρα τ’ ἐχθρὰ, τά τ’ εἴαρι σίνατο βούτην,
  9. ἦμος ὅταν σκυρόωσι βόες καυλεῖα φαγοῦσαι·
  10. ναὶ μὴν πευκεδάνοιο βαρυπνόου, οὗ τε καὶ ὀδμὴ
  11. θηρί ’ ἀποσσεύει τε καὶ ἀντιόωντα διώκει.
  12. Καὶ τὰ μὲν εἰκαίῃ παράθου ἀγραυλέι κοίτῃ,
  13. ἄλλα δὲ φωλειοῖς· τὰ δὲ διπλάσσαιο χεείαις.
  14. Εἴ γε μὲν, ἐς τεῦχος κεραμήιον ἠὲ καὶ ὄλπην
  15. κεδρίδας ἐνθρύπτων λιπάοις εὐήρεα γυῖα,
  16. ἢ καὶ πευκεδάνοιο βαρυπνόου, ἄλλοτ’ ὀρείου
  17. αὖα καταψήχοιο λίπει ἔνι φύλλα κονύζης·
  18. αὕτως δ’ ἀλθήεντ’ ἐλελίσφακον, ἐν δέ τε ῥίζαν
  19. σιλφίου, ἣν κνηστῆρι κατατρίψειαν ὀδόντες. —