Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Ἤτοι ὅτ’ ἠελίοιο θερειτάτη ἵσταται ἀκτὶς,
- οὔρεα μαιμώσσων ἐπινίσσεται ὀκριόεντα,
- αἵματος ἰσχανόων, καὶ ἐπὶ κτίλα μῆλα δοκεύων,
- ἢ Σάου ἠὲ Μοσύχλου ὅτ’ ἀμφ’ ἐλάτῃσι μακεδναῖς
- ἄγραυλοι ψύχωσι, λελοιπότες ἔργα νομήων·
- μὴ σύ γε θαρσαλέος περ ἐὼν θέλε βήμεναι ἄντην
- μαινομένου, μὴ δή σε καταπλέξῃ καὶ ἀνάγχῃ
- πάντοθι μαστίζων οὐρῇ δέμας, ἐν δὲ καὶ αἷμα
- λαιφάξῃ, κληῖδας ἀναρρήξας ἑκάτερθεν.