Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Θρηϊκίῳ βέβληνται ἑκὰς, Ῥησκυνθίδος Ἥρης
- Ἕβρος ἵνα, Ζωναῖά τ’ ὄρη χιόνεσσι φάληρα
- καὶ δρύες Οἰαγρίδαο, τόθι Ζηρύνθιον ἄντρον,
- δήεις κεγχρίνεω δολιχὸν τέρας, ὅν τε λέοντα
- αἰόλον αὐδάξαντο, περίστικτον φολίδεσσι·
- τοῦ πάχετος μῆκός τε πολύστροφον· αἶψα δὲ σαρκὶ
- πυθεδόνας κατέχευε δυσαλθέας· αἳ δ’ ἐπὶ γυίοις
- ἰοβόροι βόσκονται· ἀεὶ δ’ ὑπὸ νηδύσιν ὕδρωψ
- ἄλγεσιν ἐμβαρύθουσα κατὰ μέσον ὀμφαλὸν ἵζει.