Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Φεῦγε δ’ ἀεὶ σκολιήν τε καὶ οὐ μίαν ἀτραπὸν ἴλλων.
- δοχμὸς ἀνακρούων θηρὸς πάτον· ἦ γὰρ ὃ δεσμοὺς
- βλάπτεται ἐν καμπῇσι πολυστρέπτοισιν ἀκάνθης,
- ἰθεῖαν δ’ ὢκιστος ἐπιδρομάδην στίβον ἕρπει.
- Τοῖος Θρηικίῃσιν ὄφις νήσοισι πολάζει.
- Ἔνθα καὶ οὐτιδανοῦ περ ἀπεχθέα βρύγματ’ ἔασιν
- ἀσκαλάβου· τὸν μέν τ’ ἐρέει φάτις, οὕνεκ’ Ἀχαιὴ
- Δημήτηρ ἔβλαψεν, ὅθ’ ἅψεα σίνατο παιδὸς
- Καλλίχορον παρὰ φρεῖαρ, ὅτ’ ἐν Κελεοῖο θεράπναις