Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. οὖρα δ’ ἀπέστυπται· τοτὲ δ’ ἔμπαλιν ὑπνώοντες
  2. ῥέγκουσιν, λυγμοῖσι βαρυνόμενοι θαμέεσσιν,
  3. ἢ ἀπερευγόμενοι ἔμετον χολοειδέα δειρῆς,
  4. ἄλλοτε δ’ αἱματόεντα· κακὴ δ’ ἐπιδίψιος ἄτη
  5. ἐσχατιῇ μογέουσι τρόμον κατεχεύατο γυίοις.
  6. Φράζεο δὲ χλοάοντα δαεὶς κύανόν τε δράκοντα,
  7. ὅν ποτε Παιήων λασίῃ ἐνεθρέψατο φηγῷ
  8. Πηλίῳ ἐν νιφόεντι Πελεθρόνιον κατὰ βῆσσαν.
  9. Ἤτοι ὅγ’ ἄγλαυρος μὲν ἐείδεται, ἐν δὲ γενείῳ