Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. τρίστοιχοι ἑκάτερθε περιστιχόωσιν ὀδόντες·
  2. πιόνα δ’ ἐν σκυνίοισιν ὑπ’ ὄθματα· νέρθε δὲ πώγων
  3. αἰὲν ὑπ’ ἀνθερεῶνι χολοίβαφος. Οὐ μὲν ὅγ’ αὕτως
  4. ἐγχρίμψας ἤλγυνε, καὶ ἢν ἔκπαγλα χαλεφθῇ·
  5. βληχρὸν γὰρ μυὸς οἷ’ ἀμυληβόρου ἐν χροῒ νύχμα
  6. εἴδεται αἱμαχθέντος ὑπὸ κραντῆρος ἀραιοῦ.
  7. Τῷ μέν τ’ ἔκπαγλον κοτέων βασιλήιος ὄρνις
  8. αἰετὸς ἐκ παλαχῆς ἐπαέξεται, ἀντία δ’ ἐχθρὴν
  9. δῆριν ἄγει γενύεσσιν, ὅταν βλώσκοντα καθ’ ὕλην