Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Ἤτοι ὅταν κώληπας ἢ ἐν ποδὸς ἴχνεϊ τύψῃ,
- χρωτὸς ἄπο πνιγόεσσα κεδαιομένη φέρετ’ ὀδμή.
- Τοῦ δ’ ἤτοι περὶ τύμμα μέλαν κορθύεται οἶδος·
- ἐν δὲ νόον πεδόωσιν ἀλυσθαίνοντος ἀνῖαι
- ἐχθόμεναι · χροιὴ δὲ μόγῳ αὐαίνεται ἀνδρός.
- ῥινοὶ δὲ πλαδόωσιν ἐπὶ χροΐ, τοῖά μιν ἰὸς
- ὀξὺς ἀεὶ νεμέθων ἐπιβόσκεται· ἀμφὶ καὶ ἀχλὺς
- ὄσσε κατακρύπτουσα κακοσταθέοντα δαμάζει·
- οἳ δέ τε μηκάζουσι, περιπνιγέες τε πέλονται·