Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἐχθόμεναι · χροιὴ δὲ μόγῳ αὐαίνεται ἀνδρός.
- ῥινοὶ δὲ πλαδόωσιν ἐπὶ χροΐ, τοῖά μιν ἰὸς
- ὀξὺς ἀεὶ νεμέθων ἐπιβόσκεται· ἀμφὶ καὶ ἀχλὺς
- ὄσσε κατακρύπτουσα κακοσταθέοντα δαμάζει·
- οἳ δέ τε μηκάζουσι, περιπνιγέες τε πέλονται·
- οὖρα δ’ ἀπέστυπται· τοτὲ δ’ ἔμπαλιν ὑπνώοντες
- ῥέγκουσιν, λυγμοῖσι βαρυνόμενοι θαμέεσσιν,
- ἢ ἀπερευγόμενοι ἔμετον χολοειδέα δειρῆς,
- ἄλλοτε δ’ αἱματόεντα· κακὴ δ’ ἐπιδίψιος ἄτη
- ἐσχατιῇ μογέουσι τρόμον κατεχεύατο γυίοις.
- Φράζεο δὲ χλοάοντα δαεὶς κύανόν τε δράκοντα,
- ὅν ποτε Παιήων λασίῃ ἐνεθρέψατο φηγῷ
- Πηλίῳ ἐν νιφόεντι Πελεθρόνιον κατὰ βῆσσαν.
- Ἤτοι ὅγ’ ἄγλαυρος μὲν ἐείδεται, ἐν δὲ γενείῳ
- τρίστοιχοι ἑκάτερθε περιστιχόωσιν ὀδόντες·
- πιόνα δ’ ἐν σκυνίοισιν ὑπ’ ὄθματα· νέρθε δὲ πώγων
- αἰὲν ὑπ’ ἀνθερεῶνι χολοίβαφος. Οὐ μὲν ὅγ’ αὕτως
- ἐγχρίμψας ἤλγυνε, καὶ ἢν ἔκπαγλα χαλεφθῇ·
- βληχρὸν γὰρ μυὸς οἷ’ ἀμυληβόρου ἐν χροῒ νύχμα