Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Εἰ δ’ ὀλοὴ βούβρωστις ἀιδρείηφι πελάσσῃ,
  2. αὐτοῦ οἱ θάνατός τε καὶ ὠκέα μοῖρα τέτυκται.
  3. Κῆρα δέ τοι δρυΐναο πιφαύσκεο, τόν τε χέλυδρον
  4. ἐξέτεροι καλέουσιν· ὁ δ’ ἐν δρυσὶν οἰκία τεύξας
  5. ἢ ὅγε που φηγοῖσιν ὀρεσκεύει περὶ βήσσας.
  6. Ὕδρον μιν καλέουσι, μετεξέτεροι δὲ χέλυδρον,
  7. ἔστε βρύα προλιπὼν καὶ ἕλος καὶ ὁμήθεα λίμνην
  8. ἀγρώσσων λειμῶσι μολουρίδας ἢ βατραχῖδας
  9. σπέρχεται ἐκ μύωπος ἀήθεα δέγμενος ὁρμήν,
  10. ἔνθα κατὰ πρέμνον κοίλης ὑπεδύσατο φηγοῦ
  11. ὀξὺς ἀλεὶς, κοῖτον δὲ βαθεῖ ἐνεδείματο θάμνῳ.
  12. Αἰθαλόεις μὲν νῶτα, κάρη γε μὲν ἁρπεδὲς αὔτως
  13. ὕδρῳ ἐισκόμενον· τὸ δ’ ἀπὸ χροὸς ἐχθρὸν ἄηται,
  14. οἷον ὅτε πλαδόωντα περὶ σκύλα καὶ δέρε’ ἵππων
  15. γναπτόμενοι μυδόωσιν ὑπ’ ἀρβήλοισι λάθαργοι.
  16. Ἤτοι ὅταν κώληπας ἢ ἐν ποδὸς ἴχνεϊ τύψῃ,
  17. χρωτὸς ἄπο πνιγόεσσα κεδαιομένη φέρετ’ ὀδμή.
  18. Τοῦ δ’ ἤτοι περὶ τύμμα μέλαν κορθύεται οἶδος·
  19. ἐν δὲ νόον πεδόωσιν ἀλυσθαίνοντος ἀνῖαι