Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- εἴδεται αἱμαχθέντος ὑπὸ κραντῆρος ἀραιοῦ.
- Τῷ μέν τ’ ἔκπαγλον κοτέων βασιλήιος ὄρνις
- αἰετὸς ἐκ παλαχῆς ἐπαέξεται, ἀντία δ’ ἐχθρὴν
- δῆριν ἄγει γενύεσσιν, ὅταν βλώσκοντα καθ’ ὕλην
- δέρκηται· πάσας γὰρ ὅγ’ ἠρήμωσε καλιὰς,
- αὕτως ὀρνίθων τε τόκον κτίλα τ’ ὤεα βρύκων·
- αὐτὰρ ὃ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωὸν
- ῥεῖα δράκων ἤμερσε νέον μάρψαντος ὄνυξι,
- θάμνου ὑπαΐξας· ὁ δ’ ἀλεύεται· ἀμφὶ δὲ δαιτὸς
- μάρνανθ’· ἱπτάμενον δὲ πέριξ ἀτέλεστα διώκει
- σπειρηθεὶς καὶ λοξὸν ὑποδρὰξ ὄμμασι λεύσσων.
- Εἴ γε μὲν Ἡφαίστοιο χαλαίποδος ἐν πτυχὶ νήσου
- βήσεαι ἠὲ Σάμον δυσχείμερον, αἵ τ’ ἐνὶ κόλπῳ
- Θρηϊκίῳ βέβληνται ἑκὰς, Ῥησκυνθίδος Ἥρης
- Ἕβρος ἵνα, Ζωναῖά τ’ ὄρη χιόνεσσι φάληρα
- καὶ δρύες Οἰαγρίδαο, τόθι Ζηρύνθιον ἄντρον,
- δήεις κεγχρίνεω δολιχὸν τέρας, ὅν τε λέοντα
- αἰόλον αὐδάξαντο, περίστικτον φολίδεσσι·
- τοῦ πάχετος μῆκός τε πολύστροφον· αἶψα δὲ σαρκὶ