Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἔστε βρύα προλιπὼν καὶ ἕλος καὶ ὁμήθεα λίμνην
  2. ἀγρώσσων λειμῶσι μολουρίδας ἢ βατραχῖδας
  3. σπέρχεται ἐκ μύωπος ἀήθεα δέγμενος ὁρμήν,
  4. ἔνθα κατὰ πρέμνον κοίλης ὑπεδύσατο φηγοῦ
  5. ὀξὺς ἀλεὶς, κοῖτον δὲ βαθεῖ ἐνεδείματο θάμνῳ.
  6. Αἰθαλόεις μὲν νῶτα, κάρη γε μὲν ἁρπεδὲς αὔτως
  7. ὕδρῳ ἐισκόμενον· τὸ δ’ ἀπὸ χροὸς ἐχθρὸν ἄηται,
  8. οἷον ὅτε πλαδόωντα περὶ σκύλα καὶ δέρε’ ἵππων
  9. γναπτόμενοι μυδόωσιν ὑπ’ ἀρβήλοισι λάθαργοι.