Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- αἰγυπιοὶ, γῦπές τε, κόραξ τ’ ὀμβρήρεα κρώζων,
- οὐδὲ μὲν ὅσσα τε φῦλ’ ὀνομάζεται οὔρεσι θηρῶν.
- δαίνυνται· τοῖόν περ ἀυτμένα δεινὸν ἐφίει.
- Εἰ δ’ ὀλοὴ βούβρωστις ἀιδρείηφι πελάσσῃ,
- αὐτοῦ οἱ θάνατός τε καὶ ὠκέα μοῖρα τέτυκται.
- Κῆρα δέ τοι δρυΐναο πιφαύσκεο, τόν τε χέλυδρον
- ἐξέτεροι καλέουσιν· ὁ δ’ ἐν δρυσὶν οἰκία τεύξας
- ἢ ὅγε που φηγοῖσιν ὀρεσκεύει περὶ βήσσας.
- Ὕδρον μιν καλέουσι, μετεξέτεροι δὲ χέλυδρον,