Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἦρος ἀεξομένου ὁπόσ’ ἑρπετὰ γαῖα φαείνει,
- ἀκρεμόνος μαράθοιο χυτὸν περιβόσκεται ἔρνος,
- εὖτ’ ἂν ὑπ’ ἠελίοιο περὶ φλόον ἅψεα βάλλῃ,
- ἀλλ’ ἥγ’ ἀρπέζαις τε καὶ ἐν νεμέεσσι πεσοῦσα
- φωλεύει βαθύυπνος, ἀπ’ εἰκαίης δὲ βοτεῖται
- γαίης, οὐδ’ ἀπὸ δίψος ἀλέξεται ἱεμένη περ.
- Τεκμαίρευ δ’ ὀλίγον μὲν, ἀτὰρ προφερέστατον ἄλλων
- ἑρπηστῶν βασιλῆα· τὸ μὲν δέμας ὀξυκάρηνος,
- ξανθὸς, ἐπὶ τρία δῶρα φέρων μῆκός τε καὶ ἰθύν.
- Οὐκ ἄρα δὴ κείνου σπειραχθέα κνώδαλα γαίης
- ἰυγὴν μίμνουσιν, ὅτ’ ἐς νομὸν ἠὲ καὶ ὕλην
- ἠὲ καὶ ἀρδηθμοῖο μεσημβρινὸν ἀίξαντες
- μείρονται, φύζῃ δὲ παλιντροπέες φορέονται.
- Τύμματι δ’ ἐπρήσθη φωτὸς δέμας, αἱ δ’ ἀπὸ γυίων
- σάρκες ἀπορρείουσι πελιδναί τε ζοφεραί τε·
- οὐδέ τις οὐδ’ οἰωνὸς ὑπὲρ νέκυν ἴχνια τείνας,
- αἰγυπιοὶ, γῦπές τε, κόραξ τ’ ὀμβρήρεα κρώζων,
- οὐδὲ μὲν ὅσσα τε φῦλ’ ὀνομάζεται οὔρεσι θηρῶν.
- δαίνυνται· τοῖόν περ ἀυτμένα δεινὸν ἐφίει.