Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἠὲ καὶ ἀρδηθμοῖο μεσημβρινὸν ἀίξαντες
  2. μείρονται, φύζῃ δὲ παλιντροπέες φορέονται.
  3. Τύμματι δ’ ἐπρήσθη φωτὸς δέμας, αἱ δ’ ἀπὸ γυίων
  4. σάρκες ἀπορρείουσι πελιδναί τε ζοφεραί τε·
  5. οὐδέ τις οὐδ’ οἰωνὸς ὑπὲρ νέκυν ἴχνια τείνας,
  6. αἰγυπιοὶ, γῦπές τε, κόραξ τ’ ὀμβρήρεα κρώζων,
  7. οὐδὲ μὲν ὅσσα τε φῦλ’ ὀνομάζεται οὔρεσι θηρῶν.
  8. δαίνυνται· τοῖόν περ ἀυτμένα δεινὸν ἐφίει.
  9. Εἰ δ’ ὀλοὴ βούβρωστις ἀιδρείηφι πελάσσῃ,
  10. αὐτοῦ οἱ θάνατός τε καὶ ὠκέα μοῖρα τέτυκται.
  11. Κῆρα δέ τοι δρυΐναο πιφαύσκεο, τόν τε χέλυδρον
  12. ἐξέτεροι καλέουσιν· ὁ δ’ ἐν δρυσὶν οἰκία τεύξας
  13. ἢ ὅγε που φηγοῖσιν ὀρεσκεύει περὶ βήσσας.
  14. Ὕδρον μιν καλέουσι, μετεξέτεροι δὲ χέλυδρον,
  15. ἔστε βρύα προλιπὼν καὶ ἕλος καὶ ὁμήθεα λίμνην
  16. ἀγρώσσων λειμῶσι μολουρίδας ἢ βατραχῖδας
  17. σπέρχεται ἐκ μύωπος ἀήθεα δέγμενος ὁρμήν,
  18. ἔνθα κατὰ πρέμνον κοίλης ὑπεδύσατο φηγοῦ
  19. ὀξὺς ἀλεὶς, κοῖτον δὲ βαθεῖ ἐνεδείματο θάμνῳ.
  20. Αἰθαλόεις μὲν νῶτα, κάρη γε μὲν ἁρπεδὲς αὔτως