Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ὕδρῳ ἐισκόμενον· τὸ δ’ ἀπὸ χροὸς ἐχθρὸν ἄηται,
  2. οἷον ὅτε πλαδόωντα περὶ σκύλα καὶ δέρε’ ἵππων
  3. γναπτόμενοι μυδόωσιν ὑπ’ ἀρβήλοισι λάθαργοι.
  4. Ἤτοι ὅταν κώληπας ἢ ἐν ποδὸς ἴχνεϊ τύψῃ,
  5. χρωτὸς ἄπο πνιγόεσσα κεδαιομένη φέρετ’ ὀδμή.
  6. Τοῦ δ’ ἤτοι περὶ τύμμα μέλαν κορθύεται οἶδος·
  7. ἐν δὲ νόον πεδόωσιν ἀλυσθαίνοντος ἀνῖαι
  8. ἐχθόμεναι · χροιὴ δὲ μόγῳ αὐαίνεται ἀνδρός.
  9. ῥινοὶ δὲ πλαδόωσιν ἐπὶ χροΐ, τοῖά μιν ἰὸς
  10. ὀξὺς ἀεὶ νεμέθων ἐπιβόσκεται· ἀμφὶ καὶ ἀχλὺς
  11. ὄσσε κατακρύπτουσα κακοσταθέοντα δαμάζει·
  12. οἳ δέ τε μηκάζουσι, περιπνιγέες τε πέλονται·
  13. οὖρα δ’ ἀπέστυπται· τοτὲ δ’ ἔμπαλιν ὑπνώοντες
  14. ῥέγκουσιν, λυγμοῖσι βαρυνόμενοι θαμέεσσιν,
  15. ἢ ἀπερευγόμενοι ἔμετον χολοειδέα δειρῆς,
  16. ἄλλοτε δ’ αἱματόεντα· κακὴ δ’ ἐπιδίψιος ἄτη
  17. ἐσχατιῇ μογέουσι τρόμον κατεχεύατο γυίοις.
  18. Φράζεο δὲ χλοάοντα δαεὶς κύανόν τε δράκοντα,
  19. ὅν ποτε Παιήων λασίῃ ἐνεθρέψατο φηγῷ
  20. Πηλίῳ ἐν νιφόεντι Πελεθρόνιον κατὰ βῆσσαν.