Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ῥινῷ δυσπαθέοντας, ὅτ’ ἐν παλάμῃσιν ἀεργοῖς
- μάλκαι ἐπιπροθέωσιν ὑπὸ κρυμοῖο δαμέντων,
- ἠδ’ ὁπόταν νεύρων ξανάᾳ κεχαλασμένα δεσμά.
- Δήεις καὶ σκυτάλην ἐναλίγκιον ἀμφισβαίνῃ
- εἶδος, ἀτὰρ πάχετόν τε καὶ οὐτιδανὴν ἐπὶ σειρὴν
- μάσσον’, ἐπεὶ σκυτάλης μὲν ὅσον σμινύοιο τέτυκται
- στειλειὸν πάχετος, τῆς δ’ ἕλμινθος πέλει ὅλκος,
- ἠὲ καὶ ἔντερα γῆς οἷα τρέφει ὄμβριμος αἶα.
- Οὐδ’ ἄρ’, ὅταν χαράδρεια λίπῃ καὶ ῥωγάδα πέτρην
- ἦρος ἀεξομένου ὁπόσ’ ἑρπετὰ γαῖα φαείνει,
- ἀκρεμόνος μαράθοιο χυτὸν περιβόσκεται ἔρνος,
- εὖτ’ ἂν ὑπ’ ἠελίοιο περὶ φλόον ἅψεα βάλλῃ,
- ἀλλ’ ἥγ’ ἀρπέζαις τε καὶ ἐν νεμέεσσι πεσοῦσα
- φωλεύει βαθύυπνος, ἀπ’ εἰκαίης δὲ βοτεῖται
- γαίης, οὐδ’ ἀπὸ δίψος ἀλέξεται ἱεμένη περ.
- Τεκμαίρευ δ’ ὀλίγον μὲν, ἀτὰρ προφερέστατον ἄλλων
- ἑρπηστῶν βασιλῆα· τὸ μὲν δέμας ὀξυκάρηνος,
- ξανθὸς, ἐπὶ τρία δῶρα φέρων μῆκός τε καὶ ἰθύν.
- Οὐκ ἄρα δὴ κείνου σπειραχθέα κνώδαλα γαίης
- ἰυγὴν μίμνουσιν, ὅτ’ ἐς νομὸν ἠὲ καὶ ὕλην