Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. γλώσσῃ ποιφύγδην νέμεται διψήρεας ὄγμους.
  2. Τὸν δὲ μετ’ ἀμφίσβαιναν ὀλίζωνα βραδύθουσαν
  3. δήεις ἀμφικάρηνον, ἀεὶ γλήνῃσιν ἀμυδρήν·
  4. ἀμβλὺ γὰρ ἀμφοτέρωθεν ἐπιπρονένευκε γένειον
  5. νόσφιν ἀπ’ ἀλλήλων· χροιή γε μὲν ἠύτε γαίης,
  6. ῥωγαλέον φορέουσα περιστιβὲς αἰόλον ἔρφος.
  7. Τὴν μὲν, ὅθ’ ἁδρύνηται, ὀροιτύποι οἷα βατῆρα
  8. κόψαντες ῥάδικα πολυστεφέος κοτίνοιο
  9. δέρματος ἐσκύλευσαν, ὅτε πρώτιστα πέφανται,
  10. πρόσθε βοῆς κόκκυγος ἐαρτέρου· ἣ δ’ ὀνίνησι
  11. ῥινῷ δυσπαθέοντας, ὅτ’ ἐν παλάμῃσιν ἀεργοῖς
  12. μάλκαι ἐπιπροθέωσιν ὑπὸ κρυμοῖο δαμέντων,
  13. ἠδ’ ὁπόταν νεύρων ξανάᾳ κεχαλασμένα δεσμά.
  14. Δήεις καὶ σκυτάλην ἐναλίγκιον ἀμφισβαίνῃ
  15. εἶδος, ἀτὰρ πάχετόν τε καὶ οὐτιδανὴν ἐπὶ σειρὴν
  16. μάσσον’, ἐπεὶ σκυτάλης μὲν ὅσον σμινύοιο τέτυκται
  17. στειλειὸν πάχετος, τῆς δ’ ἕλμινθος πέλει ὅλκος,
  18. ἠὲ καὶ ἔντερα γῆς οἷα τρέφει ὄμβριμος αἶα.
  19. Οὐδ’ ἄρ’, ὅταν χαράδρεια λίπῃ καὶ ῥωγάδα πέτρην