Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. πᾶσα γὰρ ὑδαλέη ῥινὸς περὶ σάρκα μυσαχθὴς
  2. νειόθι πιτναμένη μυδόεν τεκμήρατο νύχμα,
  3. σηπεδόσι φλιδόωσα· τὰ δ’ ἄλγεα φῶτα δαμάζει
  4. μυρία πυρπολέοντα· θοαὶ δ’ ἐπὶ γυῖα χέονται
  5. πρηδόνες, ἄλλοθεν ἄλλαι ἐπημοιβοὶ κλονέουσαι.
  6. Ὃς δ’ ἤτοι τὸ πρὶν μὲν ὑπὸ βροχθώδεϊ λίμνῃ
  7. ἄσπειστον βατράχοισι φέρει κότον· ἀλλ’ ὅταν ὕδωρ
  8. σείριος αὐήνῃσι, τρύγη δ’ ἐν πυθμένι λίμνης,
  9. καὶ τόθ’ ὅγ’ ἐν χέρσῳ τελέθει ψαφαρός τε καὶ ἄχρους,
  10. θάλπων ἠελίῳ βλοσυρὸν δέμας· ἐν δὲ κελεύθοις
  11. γλώσσῃ ποιφύγδην νέμεται διψήρεας ὄγμους.
  12. Τὸν δὲ μετ’ ἀμφίσβαιναν ὀλίζωνα βραδύθουσαν
  13. δήεις ἀμφικάρηνον, ἀεὶ γλήνῃσιν ἀμυδρήν·
  14. ἀμβλὺ γὰρ ἀμφοτέρωθεν ἐπιπρονένευκε γένειον
  15. νόσφιν ἀπ’ ἀλλήλων· χροιή γε μὲν ἠύτε γαίης,
  16. ῥωγαλέον φορέουσα περιστιβὲς αἰόλον ἔρφος.
  17. Τὴν μὲν, ὅθ’ ἁδρύνηται, ὀροιτύποι οἷα βατῆρα
  18. κόψαντες ῥάδικα πολυστεφέος κοτίνοιο
  19. δέρματος ἐσκύλευσαν, ὅτε πρώτιστα πέφανται,
  20. πρόσθε βοῆς κόκκυγος ἐαρτέρου· ἣ δ’ ὀνίνησι